TLG 0686 003 :: AETHLIUS :: Fragmenta AETHLIUS Hist. Fragmenta Source: Müller, K. (ed.), FHG 4. Paris: Didot, 1841–1870: 287. frr. 1–4 Citation: Fragment — (line) | ||
t1-4 | ὩΡΟΙ ΣΑΜΙΩΝ. | |
1 | Clemens Alex. Protr. c. 4: Ἐν Ἰκάρῳ τῆς Ἀρτέμιδος τὸ ἄγαλμα ξύλον ἦν οὐκ εἰργα‐ σμένον· καὶ τὸ τῆς Κιθαιρωνίας Ἥρας ἐν Θεσπίᾳ πρέμνον ἐκκεκομμένον· καὶ τὸ τῆς Σαμίας Ἥρας, ὥς | |
5 | φησιν Ἀέθλιος, πρότερον μὲν ἦν σανὶς, ὕστερον δὲ ἐπὶ Προκλέους ἄρχοντος ἀνδριαντοειδὲς ἐγένετο. | |
---|---|---|
t2-4 | E LIBRO QUINTO. | |
2 | Athenaeus XIV: Ὅτι δὲ ἐν ταῖς Ἀθή‐ ναις διηνεκεῖς ἦσαν αἱ ὀπῶραι πᾶσαι μαρτυρεῖ Ἀρι‐ στοφάνης ἐν Ὥραις. Τί οὖν παράδοξον ἱστορεῖν δοκεῖ Ἀέθλιος ὁ Σάμιος ἐν πέμπτῳ Σαμίων Ὥρων λέγων | |
5 | «Σῦκον καὶ σταφυλὴ καὶ ὁμομηλὶς καὶ μῆλα καὶ ῥόδα δὶς τοῦ ἐνιαυτοῦ ἐγένετο.» | |
3 | Idem XIV: Αἱ δ’ ἁμαμηλίδες οὐκ εἰσὶν ἄπιοι, ὥς τινες οἴονται, ἀλλ’ ἕτερόν τι καὶ ἥδιον καὶ ἀπύρηνον. Ἀριστομένης ἐν Διονύσῳ φησίν· Ὁ Χῖος οὐκ οἶσθ’ ὡς ἁμαμηλίδας ποιεῖ; | |
5 | Ὅτι δ’ ἐστὶν ἕτερον τῆς ἀπίου καὶ ἥδιον Αἰσχυλίδης παρίστησιν ἐν τρίτῳ Γεωργικῶν. Περὶ Κέω γοῦν τῆς νήσου λέγων γράφει οὕτως· «Ἀπίους ἡ νῆσος φέρει κρατίστας, κατὰ τὰς ἐν Ἰωνίᾳ καλουμένας ἁμαμηλί‐ δας· εἰσὶ γὰρ ἀπύρηνοί τε καὶ ἡδεῖαι καὶ γλυκεῖαι.» | |
10 | Ἀέθλιος δ’ ἐν πέμπτῳ Ὥρων Σαμίων, εἰ γνήσια τὰ συγγράμματα, ὁμομηλίδας αὐτὰς καλεῖ. Πάμφιλος δ’ ἐν τοῖς Περὶ γλωσσῶν καὶ ὀνομάτων· «Ἐπιμηλὶς (φησὶν) ἀπίου γένος.» | |
4 | Etym. M.: νένωται ... ὁ Ἄθλιος (scr. Ἀέθλιος) ἐν τοῖς Σαμίων Ὥροις· «Ἀλλὰ | |
λέξασθαι νένωνται.» | 287 |